Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.410 Joseph. AJ 8.414 (English) >>Joseph. AJ 8.418

8.412συνέθεντο δὲ τε Ἄχαβος καὶ Ἰωσάφατος ἀποθέσθαι μὲν τὸν Ἄχαβον τὸ βασιλικὸν σχῆμα, τὸν δὲ τῶν Ἱεροσολύμων βασιλέα τὴν αὐτοῦ στολὴν ἔχοντα στῆναι ἐν τῇ παρατάξει, κατασοφιζόμενοι τὰ ὑπὸ τοῦ Μιχαία προειρημένα. εὗρε δʼ αὐτὸν τὸ χρεὼν καὶ δίχα τοῦ σχήματος· 8.413 μὲν γὰρ Ἄδαδος τῶν Σύρων βασιλεὺς παρήγγειλε τῇ στρατιᾷ διὰ τῶν ἡγεμόνων μηδένα τῶν ἄλλων ἀναιρεῖν, μόνον δὲ τὸν βασιλέα τῶν Ἰσραηλιτῶν. οἱ δὲ Σύροι τῆς συμβολῆς γενομένης ἰδόντες τὸν Ἰωσάφατον ἑστῶτα πρὸ τῆς τάξεως καὶ τοῦτον εἰκάσαντες εἶναι τὸν Ἄχαβον ὥρμησαν ἐπʼ αὐτὸν καὶ περικυκλωσάμενοι, 8.414ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος. 8.415Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δʼ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης· χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.410 Joseph. AJ 8.414 (English) >>Joseph. AJ 8.418

Powered by PhiloLogic